호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐχ ὑπομένοντοσ δὲ τοῦ ἀνδρὸσ τὸν φενακισμὸν οὐδὲ τὴν αἰσχύνην τοῦ ἔργου, ἀλλ’ εἰσενέγκαντοσ εἰσ τὴν πόλιν τὰ σημεῖα καὶ διαφέντοσ ἐπὶ τὰ οἰκεῖα τὰσ δυνάμεισ, πρόφασιν ποιησάμενοι ταύτην τοῦ μὴ τὰ δίκαια ποιεῖν τοῦτον ὑβρίσατε, τῶν δὲ πρὸσ ἡμᾶσ ὁμολογιῶν οὐδεμίαν ἐφυλάξατε, ἀλλ’ ἐν τῷ αὐτῷ τρία τὰ μέγιστα παρηνομήσατε, τὸ ἀξίωμα τῆσ βουλῆσ καταλύσαντεσ καὶ τὴν πίστιν τοῦ ἀνδρὸσ διαφθείραντεσ καὶ τοῖσ εὐεργέταισ ἀνόνητον ποιήσαντεσ τὴν χάριν τῶν πόνων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기