- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 77

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 77)

ἔναγχος δὲ δὴ τοῦ χρόνου:? τουτὶ γὰρ ἔτι προσθεὶς τῷ περὶ τοῦ δικαίου λόγῳ παύσομαι: ὅθ ὑμῖν Αἰκανοί τε καὶ Σαβῖνοι καὶ Οὐολοῦσκοι μιᾷ γνώμῃ χρησάμενοι αὐτοί τ ἐπανίσταντο καὶ τοὺς ἄλλους παρεκάλουν, οὐκ ἐφ ἡμᾶς ἠναγκάσθητε καταφυγεῖν τοὺς ταπεινοὺς καὶ φαύλους οἱ σεμνοὶ καὶ βαρεῖς, πάντα ὑπισχνούμενοι ὑπὲρ τῆς τότε σωτηρίας·

καὶ ἵνα μὴ ἐξαπατᾶν ἡμᾶς αὖθις δοκῆτε, ὃ πολλάκις ἐποιήσατε, προκάλυμμα τῆς ἀπάτης Μάνιον Οὐαλέριον τουτονὶ τὸν φιλοδημότατον ἄνδρα εὑρ´εσθε: ᾧ πιστεύσαντες ἡμεῖς ὡς οὐκ ἂν ὑπὸ δικτάτορός τε καὶ ταῦτα χρηστοῦ περὶ ἡμᾶς ἀνδρὸς φενακισθησόμενοι συνηράμεθα ὑμῖν καὶ τοῦδε τοῦ πολέμου καὶ τοὺς ἐχθροὺς ἐνικῶμεν οὐ μικροὺς οὐδ ὀλίγους οὐδ ἀφανεῖς ἀγῶνας ὑπομείναντες. θᾶττον δ ἢ κατὰ τὴν ἁπάντων ἐλπίδα τέλος εἰληφότος τὸ κάλλιστον τοῦ πολέμου τοσοῦτον ἀπέσχετε τοῦ χαίρειν καὶ πολλὴν εἰδέναι τῷ δήμῳ χάριν, ὥστε κατέχειν ἡμᾶς ἔτι ἠξιοῦτε ἄκοντας ὑπὸ ταῖς σημαίαις ἐν τοῖς ὅπλοις, ἵνα παρέλθητε τὰς ὑποσχέσεις ὥσπερ ἐξ ἀρχῆς διέγνωτε.

οὐχ ὑπομένοντος δὲ τοῦ ἀνδρὸς τὸν φενακισμὸν οὐδὲ τὴν αἰσχύνην τοῦ ἔργου, ἀλλ εἰσενέγκαντος εἰς τὴν πόλιν τὰ σημεῖα καὶ διαφέντος ἐπὶ τὰ οἰκεῖα τὰς δυνάμεις, πρόφασιν ποιησάμενοι ταύτην τοῦ μὴ τὰ δίκαια ποιεῖν τοῦτον ὑβρίσατε, τῶν δὲ πρὸς ἡμᾶς ὁμολογιῶν οὐδεμίαν ἐφυλάξατε, ἀλλ ἐν τῷ αὐτῷ τρία τὰ μέγιστα παρηνομήσατε, τὸ ἀξίωμα τῆς βουλῆς καταλύσαντες καὶ τὴν πίστιν τοῦ ἀνδρὸς διαφθείραντες καὶ τοῖς εὐεργέταις ἀνόνητον ποιήσαντες τὴν χάριν τῶν πόνων.

ταῦτα δὴ καὶ ἄλλα πρὸς τούτοις ὅμοια πολλὰ ἔχοντες λέγειν πρὸς ὑμᾶς οὐκ ἀξιοῦμεν, ὦ πατρίκιοι, πρὸς ἱκεσίας καὶ δεήσεις ὑμῶν τραπέσθαι, οὐδ ὥσπερ οἱ τὰ δεινὰ δεδρακότες ἐπ ἀδείᾳ καὶ ἀμνηστίᾳ κάθοδον λαμβάνειν.

ἀμελείᾳ καὶ λήθῃ παραδόντες αὐτὰ φέρομεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION