- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 61

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 61)

οἰκεῖται ἀσφαλῶς, δήμῳ τε μὴ εἴκειν ἀγνώμονι ἀδίκων ἔργων καὶ ἀθεμίτων χρῄζοντι:? καὶ οὐχ ὅπως ὑποκατακλίνομαί τι τῆς γνώμης φόβῳ τῶν διαφόρων, οἳ τὸ ἐν τῇ πόλει δημοτικὸν ἐπ ἐμοὶ συνιστάντες δεδίττονταί με, ἀλλὰ πολὺ μᾶλλον ἢ πρότερον ἔρρωμαι τὴν ὀργὴν καὶ ἀγανακτῶ τοῖς αἰτήμασι τοῦ δήμου διπλασίως:

ὑμῶν τ ὦ βουλή, τὸ παράλογον τῆς γνώμης τεθαύμακα, ὅτι οὐκ ἐπιτρέψαντες αὐτῷ, ὅτε οὔπω φανερὸς ἦν πολέμιος, χρεῶν ἀποκοπὰς καὶ κατακριμάτων ἀφέσεις αἰτουμένῳ, νῦν ἐπεὶ ἐν τοῖς ὅπλοις ἐστὶ καὶ τὰ πολεμίων δρᾷ, ταῦτ εἰ συγχωρήσετε βουλεύεσθε καὶ ὅ τι κἂν ἄλλο τι αὐτῷ δοκῇ: δόξει δὲ δήπου, καὶ πρῶτον ποιήσεται τῶν ἀξιουμένων, ἰσότιμον εἶναι καὶ τῶν αὐτῶν ἡμῖν μετέχειν.

οὐκοῦν εἰς δημοκρατίαν περιστήσεται τὰ πράγματα τὴν ἀμαθεστάτην, ὥσπερ ἔφην, τῶν ἐν ἀνθρώποις πολιτειῶν καὶ ὑμῖν ἀσύμφορον τοῖς ἀξιοῦσιν ἄρχειν ἑτέρων·

οὐκ, ἐάν γε σωφρονῆτε ὑμεῖς. ἢ πάντων ἂν εἰήτε ἀφρονέστατοι, εἰ πρὸς ἑνὸς ἄρχεσθαι τυραννικοῦ ἀνδρὸς οὐκ ἀνασχετὸν ἡγησάμενοι δήμῳ τυραννίδι πολυκεφάλῳ νῦν ὑμᾶς αὐτοὺς παραδώσετε, καὶ ταῦτ οὐ μετὰ χαρίτων αὐτῷ πείθοντι συγχωρήσετε ὑπό τ ἀνάγκης κρατηθέντες καὶ ὡς οὐκ ἐξὸν ἄλλο τι δρᾶν νῦν ἡμῖν παρὰ γνώμην εἴξαντες. ὅταν δὲ τὸ ἀνόητον ἀντὶ τοῦ κολάζεσθαι ἐφ οἷς ἂν πλημμελήσῃ καὶ τὸ τιμᾶσθαι δι αὐτὰ προσλάβῃ, πῶς δοκεῖτε αὔθαδες ἔσται καὶ ὑπερήφανον·

μὴ γὰρ δὴ ἐκείνῃ τῇ ἐλπίδι ἐπαίρεσθε, ὡς μετριάσει περὶ τὰς ἀξιώσεις ὁ δῆμος, ἐὰν φανερὸν αὐτῷ γένηται, ὅτι ὑμεῖς ἅπαντες ἐψηφίσασθε οὕτως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION