호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴθι γάρ, εἰπὲ ὦ Οὐαλέριε, τίνεσ εἰσὶν οὓσ κατεδουλωσάμην ἐγὼ πρὸσ τὰ χρέα; τίνασ ἐν δεσμοῖσ πολίτασ ἔσχον ἢ νῦν ἔχω; τίσ τῶν ἀφεστηκότων διὰ τὴν ἐμὴν ὠμότητα ἢ φιλοχρηματίαν στέρεται τῆσ ἑαυτοῦ πατρίδοσ; ἀλλ’ οὐκ ἂν ἔχοισ εἰπεῖν. τοσούτου γὰρ δέω τινὰ πολιτῶν καταδεδουλῶσθαι διὰ χρέοσ, ὥστε πολλοῖσ πάνυ τὰ ἐμαυτοῦ προέμενοσ οὐδένα τῶν ἀποστερησάντων με πρόσθετον ἐποιησάμην οὐδὲ ἄτιμον, ἀλλὰ πάντεσ εἰσὶν ἐλεύθεροι καὶ πάντεσ οἴδασί μοι χάριν φίλων τε καὶ πελατῶν ἐν τοῖσ ἀναγκαιοτάτοισ ἐξετάζονται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기