- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 59

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 59)

μετὰ τοῦτον ἀνέστη κληθεὶς Ἄππιος Κλαύδιος ὁ τῆς ἐναντιουμένης τῷ δήμῳ στάσεως ἡγεμὼν ἀνὴρ μέγα φρονῶν ἐφ ἑαυτῷ καὶ τοῦτ οὐκ ἄνευ δικαίας πάσχων αἰτίας:? ὅ τε γὰρ ἴδιος αὐτοῦ βίος ὁ καθ ἡμέραν σώφρων καὶ σεμνὸς ἦν, ἥ τε προαίρεσις τῶν πολιτευμάτων εὐγενὴς καὶ τὸ ἀξίωμα σώζουσα τῆς ἀριστοκρατίας: ὃς ἀφορμὴν λαβὼν τὴν Οὐαλερίου δημηγορίαν τοιούτοις ἐχρήσατο λόγοις: ἐν ἐλάττονι μὲν αἰτίᾳ ἂν Οὐαλέριος ἦν, εἰ τὴν αὑτοῦ γνώμην ἀπεφήνατο μόνην, τῶν δὲ τἀναντία ἐγνωκότων μὴ κατηγόρει:

περιῆν γὰρ ἂν αὐτῷ μηδὲν ἀκοῦσαι τῶν προσόντων αὐτῷ κακῶν. ἐπεὶ δ οὐκ ἀπέχρησεν αὐτῷ τοιαῦτα συμβουλεύειν, ἐξ ὧν οὐδὲν ἄλλ ἢ τοῖς κακίστοις τῶν πολιτῶν δουλεύσομεν, ἀλλὰ καὶ τῶν ἐναντιουμένων αὐτῷ καθήψατο κἀμοῦ ἁψιμάχως ἐμνήσθη, πολλὴν ἀνάγκην ὁρῶ κἀμοὶ περὶ τούτων εἰπεῖν καὶ πρῶτον ἀπολύσασθαι τὰς κατ ἐμαυτοῦ διαβολάς. ὠνείδισται γάρ μοι πρὸς αὐτοῦ ἐπιτήδευμα οὔτε πολιτικὸν οὔτ εὐπρεπές, ὡς ἀπὸ παντὸς χρηματίζεσθαι προῄρημαι τρόπου καὶ πολλοὺς τῶν πενήτων ἀφῄρημαι τὴν ἐλευθερίαν, καὶ ὡς ἡ ἀπόστασις τοῦ δήμου καὶ δι ἐμὲ οὐχ ἥκιστα γέγονεν: ὧν οὐδὲν ὅτι ἀληθές ἐστιν οὐδ ὑγιὲς ῥᾴδιον ὑμῖν μαθεῖν.

ἴθι γάρ, εἰπὲ ὦ Οὐαλέριε, τίνες εἰσὶν οὓς κατεδουλωσάμην ἐγὼ πρὸς τὰ χρέα·

τίνας ἐν δεσμοῖς πολίτας ἔσχον ἢ νῦν ἔχω· τίς τῶν ἀφεστηκότων διὰ τὴν ἐμὴν ὠμότητα ἢ φιλοχρηματίαν στέρεται τῆς ἑαυτοῦ πατρίδος· ἀλλ οὐκ ἂν ἔχοις εἰπεῖν. τοσούτου γὰρ δέω τινὰ πολιτῶν καταδεδουλῶσθαι διὰ χρέος, ὥστε πολλοῖς πάνυ τὰ ἐμαυτοῦ προέμενος οὐδένα τῶν ἀποστερησάντων με πρόσθετον ἐποιησάμην οὐδὲ ἄτιμον, ἀλλὰ πάντες εἰσὶν ἐλεύθεροι καὶ πάντες οἴδασί μοι χάριν φίλων τε καὶ πελατῶν ἐν τοῖς ἀναγκαιοτάτοις ἐξετάζονται. καὶ οὐ λέγω ταῦτα κατηγορῶν ἐγὼ τῶν μὴ τὰ παραπλήσια ἐμοὶ πεποιηκότων οὐδ εἴ τινες νόμῳ συγχωρούμενόν τι ἔδρασαν ἀδικεῖν αὐτοὺς οἰόμαι, ἀλλὰ τὰς κατ ἐμαυτοῦ διαβολὰς ἀπολύομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION