호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ εἰπόντος τοῦ Μενηνίου θροῦς πολὺς ἐνέπεσε τῇ βουλῇ, καὶ διελάλουν ἕκαστοι κατὰ συμμορίας, οἱ μὲν οἰκείως διακείμενοι πρὸς τοὺς δημοτικοὺς παρακαλοῦντες ἀλλήλους πᾶσαν εἰσφέρεσθαι προθυμίαν, ὅπως κατάξουσι τὸν δῆμον εἰς τὴν πατρίδα, ἐπειδὴ προσειλήφεσαν ἡγεμόνα τῆς τότε γνώμης ἀνδρῶν ἀριστοκρατικῶν τὸν ἐπιφανέστατον:? οἱ δ ἀριστοκρατικοὶ καὶ περὶ παντὸς θέλοντες μὴ κινεῖσθαι ἐκ τοῦ πατρίου κόσμου τὴν πολιτείαν ἀποροῦντες, ὅ τι χρήσονται τοῖς παροῦσι, μεταθέσθαι μὲν οὐκ ἀξιοῦντες τὰς προαιρέσεις, μένειν δ ἐπὶ τῶν ἐγνωσμένων οὐ δυνάμενοι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기