호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνθυμούμενοί τε δὴ ταῦτα καὶ ὅσα δὴ ἕτερα ἡμῖν εἴρηται πρότερον, ἔτι δὲ τῶν παρακαλούντων ἐπὶ τὰς διαλλαγὰς ἀναμιμνησκόμενοι, ὅτι οὐ παρ ἡμῖν μόνοις ἤ πρώτοις πενία πρὸς πλοῦτον ἐστασίασε καὶ ταπεινότης πρὸς ἐπιφάνειαν, ἀλλ ἐν ἁπάσαις ὡς εἰπεῖν καὶ μικραῖς καὶ μεγάλαις πόλεσι πολέμιον ὡς τὰ πολλὰ τοῦ πλείονος τοὔλαττον καθίσταται:? ἐν αἷς οἱ προεστηκότες τοῦ κοινοῦ μετριάσαντες μὲν ἔσωσαν τὰς πατρίδας, αὐθαδείᾳ δὲ χρησάμενοι μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ σφᾶς αὐτοὺς διώλεσαν: καὶ ὅτι πᾶν χρῆμα, ὃ ἂν ἐκ πολλῶν σύνθετον ᾖ, νοσεῖν πέφυκε κατά τι τῶν ἑαυτοῦ μορίων, καὶ ἔτι πρὸς τούτοις ὡς οὔτε ἀνθρωπείου σώματος αἰεὶ τὸ κάμνον ἀποτεμεῖν χρὴ μέρος:
αἰσχρά τε γὰρ ἡ ὄψις ἂν γίνοιτο τοῦ λειπομένου καὶ ἡ φύσις οὐκ ἐπὶ πολὺ διαρκής:
οὔτε πολιτικῆς κοινωνίας τὴν νοσοῦσαν ἐξελαύνειν μοῖραν: οὐ γὰρ ἂν φθάνοι διὰ τῶν ἰδίων μερῶν τὸ σύμπαν ἀπολόμενον σὺν χρόνῳ: τῆς τ ἀνάγκης ἐνθυμηθέντες ὅσον τὸ κράτος, ᾗ καὶ θεοὶ εἴκουσι μόνῃ, μὴ χαλεπαίνετε πρὸς τὰς τύχας, μηδ ὡς ἁπάντων ἡμῖν κατ εὐχὴν ἐσομένων αὐθαδείας ἐμπίμπλασθε καὶ ἀμαθίας, ἀλλ ἐπικλάσθητε καὶ εἴξατε παραδείγμασι χρησάμενοι τῆς εὐβουλίας μὴ τοῖς ὀθνείοις, ἀλλὰ τοῖς ἡμετέροις αὐτῶν ἔργοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기