호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποία δὲ συγγνώμη τῷ χρονισμῷ καὶ τῇ μελλήσει τῶν ἐλευσομένων συμμάχων, ἐν οὐ χρονίζουσιν οὐδὲ μέλλουσι δεινοῖσ; τίσ δ’ ὁ παρέξων τὸ ἀσφαλὲσ ἀνὴρ ἢ θεὸσ καὶ κατὰ πολλὴν ἡσυχίαν συνάξων ἐκ παντὸσ τόπου καὶ παραπέμψων δεῦρο τὴν ἐπικουρίαν; ἔτι δὲ δή, οἱ τὰσ ἑαυτῶν πατρίδασ ἐκλείψοντεσ καὶ πρὸσ ἡμᾶσ μεταναστησόμενοι τίνεσ ἔσονται; πότερον οἱ οἰκήσεισ τε καὶ ἐφέστια καὶ βίουσ καὶ τὸ τιμᾶσθαι παρὰ τοῖσ πολίταισ διὰ πατέρων ἐπιφάνειαν ἢ δόξαν οἰκείασ ἀρετῆσ ἔχοντεσ; καὶ τίσ ἂν ὑπομείνειε τὰ οἰκεῖα παραλιπὼν ἀγαθὰ τῶν ἀλλοτρίων γλίσχρωσ μεταλαβεῖν κακῶν; οὐ γὰρ εἰρήνησ καὶ τρυφῆσ μεταληψόμενοι δεῦρο ἥξουσιν, ἀλλὰ κινδύνων καὶ πολέμου, ἐξ ὧν ἄδηλον, εἰ κατορθωθήσεται τὸ τέλοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기