호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ δεξαμένων δὲ τῶν ἀποστατῶν τὰς προκλήσεις, ἀλλ ὑπεροψίαν καὶ βαρύτητα καὶ πολλὴν εἰρωνείαν τοῖς πατρικίοις ὀνειδισάντων, εἰ προσποιοῦνται μὲν ἀγνοεῖν, ὧν ὁ δῆμος δεῖται καὶ δι ἃς ἀνάγκας ἀπ αὐτῶν ἀπέστη, χαρίζονται δ αὐτῷ τὴν ἄδειαν τοῦ μηδεμίαν ὑποσχεῖν τῆς ἀποστάσεως δίκην, ὥσπερ ἔτι κύριοι, τῆς βοηθείας γε αὐτοὶ δεόμενοι τῆς πολιτικῆς οἱ ἐπὶ τοὺς ὀθνείους πολέμους οὐκ εἰς μακρὰν ἐλευσομένους πανστρατιᾷ, πρὸς οὓς οὐδ ἀντᾶραι δυνήσονται, οἳ οὐ σφέτερον ἡγοῦνται τὸ σωθῆναι ἀγαθόν, ἀλλὰ τῶν συναγωνιουμένων εὐτύχημα:? τέλος δὲ τοῦτον προσθέντων τὸν λόγον, ὡς ἄμεινον ἤδη αὐτοὶ μαθόντες τὰς κατεχούσας τὴν πόλιν ἀπορίας, γνώσονται πρὸς οἱούς ἀντιπάλους αὐτοῖς ἔσται ὁ ἀγών, καὶ πολλὰς καὶ χαλεπὰς ἀπειλὰς ἐπανατειναμένων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기