호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μεταθέμενοι τὰς γνώμας, ἐφ οἷστε διαλλαγήσονται πρὸς αὐτούς, ἐσκόπουν:? καὶ ἐλέχθησαν ὑπὸ τῶν ἡγουμένων τοῦ συνεδρίου λόγοι παντοδαποὶ καὶ πλεῖστον ἀλλήλων διάφοροι, μετριώτατοι δὲ καὶ πρεπωδέστατοι ταῖς παρούσαις τύχαις, οὓς οἱ πρεσβύτατοι αὐτῶν ἔλεξαν διδάσκοντες, ὡς οὐδεμᾷ κακίᾳ πεποίηται τὴν ἀπόστασιν ἀπ αὐτῶν ὁ δῆμος, ἀλλὰ τὰ μὲν ὑπὸ τῶν ἀναγκαίων συμφορῶν βιασθείς, τὰ δ ὑπὸ τῶν συμβούλων ἐξηπατημένος, ὀργῇ δὲ μᾶλλον ἢ λογισμῷ τὰ συμφέροντα κρίνων, οἱᾶ ἐν ἀμαθεῖ πλήθει γίγνεσθαι φιλεῖ: ἔπειθ ὅτι συνοίδασιν αὑτοῖς κακῶς βεβουλευμένοις οἱ πλείους καὶ ζητοῦσιν ἀναλύσασθαι τὰς ἁμαρτίας εὐσχήμονας ἀφορμὰς λαμβάνοντες:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기