호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίνα γνώμην ἔχοντες, ὦ πατρίκιοι, οὓς ἀπηλάσατε ἐκ τῆς πατρίδος καὶ ἀντ ἐλευθέρων δούλους ἐποιήσατε, νῦν μετακαλεῖτε·? ποίᾳ δὲ πίστει τὰς ὑποσχέσεις ἡμῖν ἐμπεδώσετε, ἃς πολλάκις ἤδη ψευσάμενοι ἐλέγχεσθε· ἀλλ ἐπειδὴ μόνοι τὴν πόλιν ἀξιοῦτε κατέχειν, ἄπιτε μηδὲν ὑπὸ τῶν πενήτων καὶ ταπεινῶν ἐνοχλούμενοι: ἡμῖν δ ἀρκέσει πᾶσα γῆ, ἐν ᾗ ἂν τὸ ἐλεύθερον ἔχωμεν, ὁποία ποτ ἂν ᾖ, νομίζεσθαι πατρίς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기