호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅσ γε οὐχ ἃ κοινῇ ἠπάτημαι μετὰ πάντων μόνον ἀδικοῦμαι, ἀλλὰ καὶ ὅσα ἰδίᾳ κακῶσ ἀκήκοα, ὡσ δὴ τά τε παρὰ τῶν πολεμίων ἁλόντα οὐ μετὰ κοινῆσ γνώμησ τοῦ συνεδρίου τοῖσ ἀπόροισ ὑμῶν βουλόμενοσ ἰδίαν ὠφέλειαν περιποιήσασθαι παρασχὼν καὶ τὰσ τῶν πολιτῶν οὐσίασ δημεύειν ἀξιῶν ἐκείνησ γε κωλυούσησ καὶ μὴ παρανομεῖν, στρατιάσ τ’ ἐναντιουμένων τῶν βουλευτῶν ἀφεικώσ, δέον ὑπὸ ταῖσ ἀγραυλίαισ καὶ πλάναισ ἐν τῇ πολεμίᾳ κατέχειν ὑμᾶσ. ὠνείδισται δέ μοι καὶ ἡ τῶν κληρούχων εἰσ Οὐολούσκουσ ἐκπομπή, ὅτι γῆν πολλὴν καὶ ἀγαθὴν οὐ τοῖσ πατρικίοισ οὐδὲ τοῖσ ἱππεῦσιν ἐχαρισάμην, ἀλλὰ τοῖσ ἀπόροισ ὑμῶν διένειμα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기