- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 44

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 44)

εἰ μὲν οὖν ὁ δῆμος εὖ προπαθὼν ἐξέλιπε τὰς δι ἐμοῦ τῇ βουλῇ γενομένας ὑποσχέσεις, ἐκεῖνά μοι ἀπολογητέα ἦν, ὅτι ἐψεύσασθε ὑμεῖς, ἐν ἐμοὶ δ οὐδὲν κακούργημα ἦν:? ὅς γε οὐχ ἃ κοινῇ ἠπάτημαι μετὰ πάντων μόνον ἀδικοῦμαι, ἀλλὰ καὶ ὅσα ἰδίᾳ κακῶς ἀκήκοα, ὡς δὴ τά τε παρὰ τῶν πολεμίων ἁλόντα οὐ μετὰ κοινῆς γνώμης τοῦ συνεδρίου τοῖς ἀπόροις ὑμῶν βουλόμενος ἰδίαν ὠφέλειαν περιποιήσασθαι παρασχὼν καὶ τὰς τῶν πολιτῶν οὐσίας δημεύειν ἀξιῶν ἐκείνης γε κωλυούσης καὶ μὴ παρανομεῖν, στρατιάς τ ἐναντιουμένων τῶν βουλευτῶν ἀφεικώς, δέον ὑπὸ ταῖς ἀγραυλίαις καὶ πλάναις ἐν τῇ πολεμίᾳ κατέχειν ὑμᾶς.

ὠνείδισται δέ μοι καὶ ἡ τῶν κληρούχων εἰς Οὐολούσκους ἐκπομπή, ὅτι γῆν πολλὴν καὶ ἀγαθὴν οὐ τοῖς πατρικίοις οὐδὲ τοῖς ἱππεῦσιν ἐχαρισάμην, ἀλλὰ τοῖς ἀπόροις ὑμῶν διένειμα: καὶ ὃ μάλιστά μοι τὴν πλείστην ἀγανάκτησιν παρέσχεν, ὅτι πλείους ἢ τετρακόσιοι ἄνδρες ἐκ τοῦ δήμου τοῖς ἱππεῦσι προσκατελέγησαν ἐπὶ τῆς στρατολογίας βίων εὐπορήσαντες.

εἰ μὲν οὖν ἀκμάζοντί μοι τὸ σῶμα ταῦτα προσέπεσε, δῆλον ἂν ἔργῳ ἐποίησα τοῖς ἐχθροῖς, οἱο῀ν ὄντα με ἄνδρα προὐπηλάκισαν:

ἐπειδὴ δ ὑπὲρ ἑβδομήκοντα ἔτη γέγονα καὶ οὐ δυνατὸς ἔτι ἀμύνειν ἑαυτῷ εἰμι ὁρῶ τε, ὅτι οὐκ ἂν ἔτι ὑπ ἐμοῦ παύσαιτο ἡ στάσις ὑμῶν, ἀποτίθεμαι τὴν ἀρχὴν καὶ ἐπὶ τοῖς βουλομένοις τὸ σῶμα ἐμαυτοῦ ποιῶ, εἴ τι οἰόνται ὑπ ἐμοῦ ἐξηπατῆσθαι, χρήσασθαί μοι ὅτι ἂν δικαιῶσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION