호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προθύμως οὖν ἀπολύσασθε τὰς διαβολὰς καὶ δείξατε αὐτοῖς, ὅτι καὶ στασιάζουσα ἡ Ῥωμαίων δύναμις κρείττων ἑτέρας ἐστὶν ὁμονοούσης:? ἢ γὰρ οὐχ ὑπομενοῦσιν ὑμᾶς ἐπιόντας ὁμοθυμαδὸν ἢ δίκας ὑφέξουσι τῆς τόλμης ἀξίας: ἐνθυμήθητε γάρ, ὅτι Οὐολοῦσκοι καὶ Σαβῖνοί εἰσιν, ὧν πολλάκις ἐκρατήσατε μαχομένων, οἱ τὸν πόλεμον ἐπάγοντες ὑμῖν, οὔτε σώματα νῦν μείζονα λαβόντες οὔτε ψυχὰς τῶν προτέρων ἀλκιμωτέρας κτησάμενοι, ἀλλ ὡς ἐχθρῶς πρὸς ἀλλήλους ἐχόντων καταφρονήσαντες ὑμῶν. ὅταν δὲ τοὺς πολεμίους τιμωρήσησθε, ἐγγυῶμαι ὑμῖν τὴν βουλὴν ἐγὼ τάς τε ὑπὲρ τῶν χρεῶν φιλονεικίας καὶ ὅ τι ἂν ἄλλο παρ αὐτῆς αἰτῆσθε μέτριον, ἀξίως τῆς ἀρετῆς, ἣν ἂν παράσχησθε ἐν τῷ πολέμῳ, βραβεύσειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기