- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 37

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 37)

ταύτην ἀποφηναμένου τὴν γνώμην Λαρκίου καὶ πάντων ἐπαινεσάντων, τότε μὲν αἱ πρεσβεῖαι λαβοῦσαι τὰς εἰρημένας ἀποκρίσεις ἀπηλλάγησαν:? τῇ δ ἑξῆς ἡμέρᾳ συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι περὶ τῆς ἐπανορθώσεως τῶν πολιτικῶν θορύβων προὔθεσαν σκοπεῖν. πρῶτος οὖν ἐρωτηθεὶς γνώμην Πόπλιος Οὐεργίνιος, ἀνὴρ δημοτικός, τὴν διὰ μέσου πορευόμενος ὁδὸν ἔλεξεν: ἐπειδὴ τὸ δημοτικὸν πλῆθος ἐν τῷ παρελθόντι ἐνιαυτῷ προθυμίαν πλείστην εἰς τοὺς ὑπὲρ τῆς πόλεως ἀγῶνας ἐπεδείξατο, Οὐολούσκοις καὶ Ἀρούγκοις πολλῇ στρατιᾷ ἐπιοῦσιν ἀντιταξάμενον μεθ ἡμῶν, οἰόμαι δεῖν τοὺς συναραμένους ἡμῖν τότε καὶ τῶνδε τῶν πολέμων μετασχόντας ἀφεῖσθαι καὶ μηδενὸς αὐτῶν μήτε τὸ σῶμα μήτε τὴν οὐσίαν ὑπὸ τῶν δανειστῶν κρατεῖσθαι: τὸ δ αὐτὸ δίκαιον εἶναι καὶ γονεῦσι τοῖς τούτων ἄχρι καὶ πάππων, καὶ παισὶν ἑώς ἐγγόνων: τοὺς δ ἄλλους ἀγωγίμους εἶναι τοῖς δεδανεικόσιν, ὡς ἑκάστοις συνέβαλον. μετὰ δὲ ταῦτα Τῖτος Λάρκιος εἶπεν:

ἐμοὶ δ, ὦ βουλή, δοκεῖ κράτιστον μὴ μόνον τοὺς ἐν τοῖς πολέμοις ἀγαθοὺς γενομένους, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα δῆμον ἐλεύθερον τῶν συμβολαίων ἀφεῖσθαι. μόνως γὰρ ἂν οὕτως ὅλην τὴν πόλιν ὁμονοοῦσαν ἐργασαίμεθα.

τρίτος δὲ παρελθὼν Ἄππιος Κλαύδιος ὁ τὴν ὕπατον ἀρχὴν τῷ παρελθόντι ἔτει σχὼν ἔλεξεν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION