호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἶμαι δὲ μηδὲν ἡμᾶσ δεῖν ἐν τῷ παρόντι σκοπεῖν, εἰ μὴ ὅπωσ ἐξαιρεθήσεται ταῦτ’ ἐκ τῆσ πόλεωσ, καὶ μιᾷ πάντεσ γνώμῃ τὰ κοινὰ πρὸ τῶν ἰδίων αἱρούμενοι πολιτευσόμεθα. ὁμονοοῦσα μὲν γὰρ ἡ τῆσ πόλεωσ δύναμισ ἱκανὴ ἔσται καὶ φίλοισ ἀσφάλειαν παρασχεῖν καὶ ἐχθροῖσ δέοσ, στασιάζουσα δ’ ὥσπερ νῦν τούτων οὐδέτερον ἂν δύναιτο διαπράξασθαι. θαυμάσαιμι δ’ ἄν, εἰ μὴ καὶ ἑαυτὴν διεργάσαιτο καὶ παράσχοι τοῖσ ἐχθροῖσ δίχα πόνου τὸ κράτοσ· ὅ, μὰ τὸν Δία καὶ τοὺσ ἄλλουσ θεούσ, οὐκ εἰσ μακρὰν οἰόμαι τοιαῦτα πολιτευομένων ὑμῶν γενήσεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기