호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συναχθείσης δὲ περὶ τούτου βουλῆς, κληθεὶς πρῶτος ὑπὸ τῶν ὑπάτων Τῖτος Λάρκιος, ἀξιώσει τε προὔχειν δοκῶν καὶ φρονῆσαι τὰ δέοντα ἱκανώτατος, προελθὼν ἔλεξεν:? ἐμοί, ὦ βουλή, ἃ μὲν οἱ ἄλλοι δοκοῦσιν εἶναι φοβερὰ καὶ ταχείας δεόμενα βοηθείας, οὔτε φοβερὰ εἶναι δοκεῖ οὔτε πάνυ κατεπείγοντα, πῶς χρὴ τοῖς συμμάχοις ἐπικουρῆσαι ἢ καθ ὅν τινα τρόπον τοὺς πολεμίους ἀμύνασθαι: καὶ τὸ ἐλευθεριάζον χαλεπότης.
οἶμαι δὲ μηδὲν ἡμᾶς δεῖν ἐν τῷ παρόντι σκοπεῖν, εἰ μὴ ὅπως ἐξαιρεθήσεται ταῦτ ἐκ τῆς πόλεως, καὶ μιᾷ πάντες γνώμῃ τὰ κοινὰ πρὸ τῶν ἰδίων αἱρούμενοι πολιτευσόμεθα.
ὁμονοοῦσα μὲν γὰρ ἡ τῆς πόλεως δύναμις ἱκανὴ ἔσται καὶ φίλοις ἀσφάλειαν παρασχεῖν καὶ ἐχθροῖς δέος, στασιάζουσα δ ὥσπερ νῦν τούτων οὐδέτερον ἂν δύναιτο διαπράξασθαι. θαυμάσαιμι δ ἄν, εἰ μὴ καὶ ἑαυτὴν διεργάσαιτο καὶ παράσχοι τοῖς ἐχθροῖς δίχα πόνου τὸ κράτος: ὅ, μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, οὐκ εἰς μακρὰν οἰόμαι τοιαῦτα πολιτευομένων ὑμῶν γενήσεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기