- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 24 5:

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 24 5:)

μέγιστον δὲ πάντων ὅπλον καὶ δυσκαταγώνιστον, ᾧ χρώμενοι ῥᾳδίως ἐπικρατήσομεν τῶν δημοτικῶν, τὸ τῆς βουλῆς κράτος, ᾧ δεδιττόμεθα αὐτοὺς μετὰ τῶν νόμων ἱστάμενοι.? ἐὰν δ ὑποκατακλινώμεθα αὐτοῖς τῆς ἀξιώσεως, πρῶτον αἰσχύνην ὀφλήσομεν, εἰ παρὸν ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι δήμῳ τὰ κοινὰ ἐπιτρέψομεν: ἔπειτα δ εἰς κίνδυνον οὐ τὸν ἐλάχιστον ἥξομεν, εἴ τις ἐκθεραπεύσας: αὐτὸν ἐξουσίαν κρείττονα τῶν νόμων κατασκευάσαιτο τυραννικὸς ἀνήρ, τὴν ἐλευθερίαν αὖθις ἀφαιρεθῆναι. τοιαῦτα διαφερομένων τῶν ὑπάτων κατὰ σφᾶς αὐτοὺς καὶ ὁπότε συναχθείη συνέδριον καὶ συλλαμβανόντων πολλῶν ἑκατέρῳ, ἡ μὲν βουλὴ φιλονεικίας καὶ θορύβους καὶ λόγους ἀκόσμους, οἷς ἀλλήλους προὐπηλάκιζον, ἀκούσασα, σωτήριον δὲ βούλευμα οὐδὲν καθισταμένη, διελύετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION