호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ τινες ὑμῶν ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι νομίζουσιν, ὀρρωδοῦσι δὲ τὸ τῶν ἀντιπολεμίων πλῆθος, βραχείᾳ διδαχῇ μαθέτωσαν τὰ μὴ δεινὰ δεδιότες, μᾶλλον δ ἀναμνήσει:? πρῶτον μὲν ἐνθυμηθέντες, ὅτι πλεῖόν ἐστιν ἐν αὐτοῖς τὸ ἠναγκασμένον τὰ ὅπλα καθ ἡμῶν ἀναλαβεῖν, ὡς ἐκ πολλῶν ἡμῖν ἔργων τε καὶ λόγων ἐδήλωσε, τὸ δ ἑκούσιόν τε καὶ ἐκ προθυμίας ὑπὲρ τῶν τυράννων ἀγωνιζόμενον πάνυ ὀλίγον, μᾶλλον δὲ πολλοστὸν μέρος τι τοῦ ἡμετέρου: ἔπειθ ὅτι τοὺς πολέμους ἅπαντας οὐχ οἱ πλείους τοῖς ἀριθμοῖς κατορθοῦσιν, ἀλλ οἱ κρείττους ἀρετῇ. πολὺ ἂν ἔργον εἰή παραδείγματα φέρειν, ὅσα βαρβάρων τε καὶ Ἑλλήνων στρατεύματα ὑπερβαλόντα πλήθει μικραὶ πάνυ κατηγωνίσαντο δυνάμεις, οὕτως ὥστε μηδὲ πιστοὺς εἶναι τοῖς πολλοῖς τοὺς περὶ αὐτῶν λόγους.
ἐῶ τἆλλα:
ἀλλ ὑμεῖς αὐτοὶ πόσους κατωρθώκατε πολέμους μετ ἐλάττονος ἢ ὅσης νῦν ἔχετε δυνάμεως μείζοσιν ἢ τοσαύταις παρασκευαῖς πολεμίων ἀντιταχθέντες· φέρε, ἀλλὰ τοῖς μὲν ἄλλοις φοβεροὶ διατελεῖτε ὄντες ὧν ἐκρατεῖτε μαχόμενοι, Λατίνοις δ ἄρα τούτοις καὶ τοῖς συμμάχοις αὐτῶν Οὐολούσκοις εὐκαταφρόνητοι, διὰ τὸ μὴ πειραθῆναί ποτε αὐτοὺς τῆς ὑμετέρας μάχης· ἀλλὰ πάντες ἴστε, ὅτι ταῦτ ἀμφότερα τὰ ἔθνη πολλαῖς ἐνίκων μάχαις οἱ πατέρες ἡμῶν. ἆρ οὖν λόγον ἔχει τὰ μὲν τῶν κρατηθέντων πράγματα ἐπὶ ταῖς τοιαύταις συμφοραῖς κρείττονα εἶναι, τὰ δὲ τῶν κεκρατηκότων ἐπὶ ταῖς τηλικαύταις εὐπραγίαις χείρονα·
καὶ τίς ἂν τοῦτο φήσειε νοῦν ἔχων· ἄν, εἴ τις ὑμῶν τὸ μὲν τῶν πολεμίων πλῆθος, ἐν ᾧ βραχὺ τὸ γενναῖόν ἐστιν, ὀρρωδεῖ, τῆς δ οἰκείας δυνάμεως οὕτω πολλῆς καὶ ἀγαθῆς οὔσης καταφρονεῖ, ἧς οὔτ ἀρετῇ κρείττων οὔτ ἀριθμῷ πλείων συνηνέχθη ποτὲ ἡμῖν ἐν οὐδενὶ τῶν πρὸ τούτου πολέμων δύναμις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기