호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μὲν τὸ παρ’ ἀλλήλων πιστόν, οὗ μάλιστα δεῖ τοῖσ μέλλουσι τῶν ἐχθρῶν κρατήσειν. οὐ γὰρ ἀρξαμένουσ ὑμᾶσ τήμερον ἀλλήλοισ εἶναι βεβαίουσ φίλουσ δεῖ καὶ πιστοὺσ συμμάχουσ, ἀλλ’ ἡ πατρὶσ ἐκ πολλοῦ τοῦθ’ ἅπασι παρεσκεύακε τἀγαθόν. καὶ γὰρ ἐτράφητε ὁμοῦ καὶ παιδείασ ἐτύχετε κοινῆσ καὶ θεοῖσ ἐπὶ τῶν αὐτῶν βωμῶν ἐθύετε καὶ πολλῶν μὲν ἀγαθῶν ἀπολελαύκατε, πολλῶν δὲ κακῶν πεπείρασθε κοινῇ, ἐξ ὧν ἰσχυραὶ καὶ ἀδιάλυτοι πεφύκασι συγκεράννυσθαι πᾶσιν ἀνθρώποισ φιλίαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기