ῥᾴθυμος?
First/Second declension Adjective;
Transliteration: rhāithymos
Principal Part:
ῥᾴθυμος
ῥᾴθυμον
Structure:
ῥᾳθυμ
(Stem)
+
ος
(Ending)
Sense
- taking things easy, indifferent, lazy, sluggish
- easy
- lightly, with equanimity
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καίτοι εἰ τὸν ἐν Πελοποννήσῳ χρυσὸν ὁ δῆμος πολλῶν κακῶν αἴτιον ἡγεῖτο τοῖς Ἕλλησιν εἶναι, πῶς χρὴ ῥᾳθύμως ἔχειν ὁρῶντας ἐν αὐτῇ τῇ πόλει δωροδοκίαν γιγνομένην· (Dinarchus, Speeches, 30:3)
- εἰ δέ τις κυβερνήτης ἐφεστὼς ἑώρα καὶ διέταττεν ἕκαστα, πρῶτον μὲν οὐκ ἂν ἠγνόησεν οἵτινες οἱ χρηστοὶ καὶ οἵτινες οἱ φαῦλοι τῶν ἐμπλεόντων, ἔπειτα ἑκάστῳ κατὰ τὴν ἀξίαν τὰ προσήκοντα ἀπένειμεν ἄν, χώραν τε τὴν ἀμείνω τοῖς ἀμείνοσι παρ αὑτὸν ἄνω, τὴν κάτω δὲ τοῖς χείροσι, καὶ συσσίτους ἔστιν οὓς καὶ συμβούλους ἐποιήσατ ἄν, καὶ τῶν ναυτῶν ὁ μὲν πρόθυμος ἢ πρῴρας ἐπιμελητὴς ἀπεδέδεικτ ἂν ἢ τοίχου ἄρχων ἢ πάντως πρὸ τῶν ἄλλων, ὁ δὲ ὀκνηρὸς καὶ ῥᾴθυμος ἐπαίετ ἂν τῷ καλωδίῳ πεντάκις τῆς ἡμέρας εἰς τὴν κεφαλήν, ὥστε σοι, ὦ θαυμάσιε, τὸ τῆς νεὼς τοῦτο παράδειγμα κινδυνεύει περιτετράφθαι κακοῦ τοῦ κυβερνήτου τετυχηκός. (Lucian, Juppiter trageodeus, (no name) 49:3)
- τὸ δὲ οἶσθά που καὶ αὐτός, ὦ ἑταῖρε, ὡς οὐ τῶν εὐμεταχειρίστων οὐδὲ ῥᾳθύμως συντεθῆναι δυναμένων τοῦτ᾿ ἐστίν, ἀλλά, εἴ τι ἐν λόγοις καὶ ἄλλο, πολλῆς τῆς φροντίδος δεόμενον, ἤν τις, ὡς ὁ Θουκυδίδης φησίν, ἐς ἀεὶ κτῆμα συντιθείη. (Lucian, Quomodo historia conscribenda sit, chapter 52)
- εἷς γοῦν οὕτω ῥᾳθύμως συνήγαγε τὰ πράγματα, οὔτε Σύρῳ τινὶ ἐντυχὼν οὔτε τὸ λεγόμενον δὴ τοῦτο τῶν ἐπὶ κουρείων τὰ τοιαῦτα μυθολογούντων ἀκούσας, ὥστε περὶ Εὐρώπου λέγων οὕτως ἔφη: (Lucian, Quomodo historia conscribenda sit, chapter 242)
- τὴν δὲ μητέρα διολλυμένην ἔσωσε περιφανῶς, καὶ τὸν πάππον ἀκλεῶς δουλεύοντα καὶ ἀτίμως εἰς τὸν Αἰνείου θρόνον ἐκάθισε, καὶ πολλὰ μὲν ἑκὼν εὐεργέτησεν, ἔβλαψε δὲ αὐτὸν οὐδὲ ἄκων, τὴν δὲ Θησέως λήθην καὶ ἀμέλειαν τῆς περὶ τὸ ἱστίον ἐντολῆς μόλις ἂν οἶμαι μακρᾷ τινι παραιτήσει καὶ ἐν ῥᾳθύμοις δικασταῖς αἰτίαν ἀποφυγεῖν πατροκτονίας: (Plutarch, Comparison of Theseus and Romulus, chapter 5 1:2)
- Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ Βήλεμος καὶ Μιθραδάτης καὶ Ταβέλλιος καὶ Ράθυμος καὶ Βεέλτεθμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν. (Septuagint, Liber Esdrae I 2:15)
- «Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ράθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. (Septuagint, Liber Esdrae I 2:16)
- τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων, Ράθυμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες εἰς Ἱερουσαλὴμ κατὰ σπουδὴν μεθ᾿ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ἱερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως. (Septuagint, Liber Esdrae I 2:25)
- διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον ἂν δ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτ ἀσχολεῖται ἄλλα τε δίζηται ἐπέων παρὰ τ οὐάτα βάλλει. (Plutarch, De curiositate, section 63)