- ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. (Plutarch, An seni respublica gerenda sit, chapter, section 6 8:1)
(플루타르코스, An seni respublica gerenda sit, chapter, section 6 8:1)
- τὰς μὲν γὰρ οἰκίας τῶν φίλων ὅταν καομένας ἴδωσι σβεννύουσιν ὡς ἔχει τάχους ἕκαστος ἢ δυνάμεως, ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ προσφέρουσιν ὑπεκκαύματα. (Plutarch, Consolatio ad uxorem, section 7 3:1)
(플루타르코스, Consolatio ad uxorem, section 7 3:1)
- καθάπερ γὰρ οἱ φυσικοὶ τὸ νεῖκος οἰόνταί καὶ τὴν ἔριν, εἰ τῶν ὅλων ἐξαιρεθείη, στῆναι μὲν ἂν τὰ οὐράνια, παύσασθαι δὲ πάντων τὴν γένεσιν καὶ κίνησιν ὑπὸ τῆς πρὸς πάντα πάντων ἁρμονίας, οὕτως ἐοίκεν ὁ Λακωνικὸς νομοθέτης ὑπέκκαυμα τῆς ἀρετῆς ἐμβαλεῖν εἰς τὴν πολιτείαν τὸ φιλότιμον καὶ φιλόνεικον, ἀεί τινα τοῖς ἀγαθοῖς διαφορὰν καὶ ἅμιλλαν εἶναι πρὸς ἀλλήλους βουλόμενος, τὴν δὲ ἀνθυπείκουσαν τῷ ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι. (Plutarch, Agesilaus, chapter 5 3:1)
(플루타르코스, Agesilaus, chapter 5 3:1)
- οὐ γὰρ ὡς ἀγγεῖον ὁ νοῦς ἀποπληρώσεως ἀλλ ὑπεκκαύματος μόνον ὥσπερ ὕλη δεῖται, ὁρμὴν ἐμποιοῦντος εὑρετικὴν καὶ ὄρεξιν ἐπὶ τὴν ἀλήθειαν. (Plutarch, De Recta Ratione Audiendi, chapter, section 18 12:1)
(플루타르코스, De Recta Ratione Audiendi, chapter, section 18 12:1)
- μεμνῄμην ἐὰν προσομιλήσας τι, τοῦτ ἀεὶ πρόχειρον ἔχουσιν ὥσπερ ὑπέκκαυμα τῆς λύπης. (Plutarch, Consolatio ad Apollonium, chapter, section 30 6:1)
(플루타르코스, Consolatio ad Apollonium, chapter, section 30 6:1)
- τοὺς δὲ Λυκίους δεινή τις ἐξαίφνης πρὸς ἀπόνοιαν ὁρμὴ καὶ λόγου κρείσσων κατέσχεν, ἣν ἄν τις ἔρωτι θανάτου μάλιστα προσεικάσειεν οἵ γε μετὰ παίδων καὶ γυναικῶν ἐλεύθεροί τε καὶ δοῦλοι καὶ πᾶσα ἡλικία τοὺς μὲν πολεμίους πρὸς τὴν φλόγα βοηθοῦντας ἀπὸ τῶν τειχῶν ἔβαλλον, αὐτοὶ δὲ κάλαμον καὶ ξύλα καὶ πᾶν ὑπέκκαυμα προσφέροντες ἦγον ἐπὶ τὴν πόλιν τὸ πῦρ, ὀρέγοντες αὐτῷ πᾶσαν ὕλην καὶ πάντα τρόπον ἐξερεθίζοντες καὶ συνεκτρέφοντες. (Plutarch, Brutus, chapter 31 1:1)
(플루타르코스, Brutus, chapter 31 1:1)
- διὸ καὶ Κάτων φοβηθεὶς μάλιστα τὸν ἐκ τῶν ἀπόρων νεωτερισμόν, οἳ τοῦ παντὸς ὑπέκκαυμα πλήθους ἦσαν ἐν τῷ Καίσαρι τὰς ἐλπίδας ἔχοντες, ἔπεισε τὴν σύγκλητον ἀπονεῖμαι σιτηρέσιον αὐτοῖς ἔμμηνον, ἐξ οὗ δαπάνης μὲν ἑπτακόσιαι πεντήκοντα μυριάδες ἐνιαύσιοι προσεγίνοντο τοῖς ἄλλοις ἀναλώμασι, τὸν μέντοι μέγαν ἐν τῷ παρόντι φόβον ἔσβεσε περιφανῶς τὸ πολίτευμα τοῦτο, καὶ τὸ πλεῖστον ἀπέρρηξε τῆς Καίσαρος δυνάμεως καὶ διεσκέδασεν ἐν καιρῷ, στρατηγεῖν μέλλοντος καὶ φοβερωτέρου διὰ τὴν ἀρχὴν ὄντος. (Plutarch, Caesar, chapter 8 4:1)
(플루타르코스, Caesar, chapter 8 4:1)
- "ἐκεῖ δὲ λεπτὸς ὢν καὶ διαυγὴς ὁ ἀὴρ σκίδνησι καὶ διαχεῖ τὴν αὐγήν, ὑπέκκαυμα καὶ σῶμα μηδὲν ἔχουσαν. (Plutarch, De faciae quae in orbe lunae apparet, section 2517)
(플루타르코스, De faciae quae in orbe lunae apparet, section 2517)