- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἄγευστος?

First/Second declension Adjective; Transliteration: ageustos

Principal Part: ἄγευστος

Structure: ἀγευστ (Stem) + ος (Ending)

Sense

  1. without taste of, fasting from

Examples

  • οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, - οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον - οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους. (Lucian, Cataplus, (no name) 17:1)
  • ὅστις δὲ πλούτου ἐρᾷ καὶ χρυσῷ κεκήληται καὶ πορφύρᾳ καὶ δυναστείᾳ μετρεῖ τὸ εὔδαιμον, ἄγευστος μὲν ἐλευθερίας, ἀπείρατος δὲ παρρησίας, ἀθέατος δὲ ἀληθείας, κολακεία τὰ πάντα καὶ δουλείᾳ σύντροφος, ἢ ὅστις ἡδονῇ πᾶσαν τὴν ψυχὴν ἐπιτρέψας ταύτῃ μόνῃ λατρεύειν διέγνωκε, φίλος μὲν περιέργων τραπεζῶν, φίλος δὲ πότων καὶ ἀφροδισίων, ἀνάπλεως γοητείας καὶ ἀπάτης καὶ ψευδολογίας, ἢ ὅστις ἀκούων τέρπεται κρουμάτων τε καὶ τερετισμάτων καὶ διεφθορότων ᾀσμάτων, τοῖς δὴ τοιούτοις πρέπειν τὴν ἐνταῦθα διατριβήν. (Lucian, Nigrinus, Nigrinou Fiaosofia 15:1)
  • μνημονεύων οὖν ὁ κωμικὸς Πλάτων εἴρηκεν ἐν τῷ Ποιητῇ οὕτως μόνος δ ἄγευστος, ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 51 2:2)
  • ἄγευστος αὐτῶν παντάπασιν οὐδ ἀνήκοος, οὐδ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. (Plutarch, Quomodo adolescens poetas audire debeat, chapter, section 14 18:1)
  • εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών. (Sophocles, Antigone, choral, strophe 11)

Synonyms

  1. without taste of

Related

명사

형용사

감탄사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION