- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

νεόπλουτος?

First/Second declension Adjective; Transliteration: neoploutos

Principal Part: νεόπλουτος νεόπλουτον

Structure: νεοπλουτ (Stem) + ος (Ending)

Sense

  1. newly become rich, upstart, nouveau riche)

Examples

  • ἐοίκας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ κλητῆρί τ εἰς ἀχυρμὸν ἀποδεδρακότι. (Aristophanes, Wasps, Episode11)
  • ^ οὗτός ἐστιν ὁ πολλάκις ἡμᾶς καθ ἱερῶν τελείων ἑστιάσας, ὁ νεόπλουτος, ὁ τὰς ὅλας ἑκατόμβας, παρ ᾧ λαμπρῶς ἑορτάζειν εἰώθαμεν τὰ Διάσια. (Lucian, Timon, (no name) 7:7)
  • ὑπὸ γὰρ ἀσθενείας τῆς ἐν τοῖς χρησίμοις ἢ ἀγνοίας τῶν λεκτέων ἐπὶ τὰς τοιαύτας τῶν χωρίων καὶ ἄντρων ἐκφράσεις τρέπονται, καὶ ὁπόταν ἐς πολλὰ καὶ μεγάλα πράγματα ἐμπέσωσιν, ἐοίκασιν οἰκέτῃ νεοπλούτῳ, ἄρτι κληρονομήσαντι τοῦ δεσπότου, ὃς οὔτε τὴν ἐσθῆτα οἶδεν ὡς χρὴ περιβαλέσθαι οὔτε δειπνῆσαι κατὰ νόμον, ἀλλ᾿ ἐμπηδήσας, πολλάκις ὀρνίθων καὶ συείων καὶ λαγῴων προκειμένων, ὑπερεμπίπλαται ἔτνους τινὸς ἢ ταρίχους, ἔστ᾿ ἂν διαρραγῇ ἐσθίων. (Lucian, Quomodo historia conscribenda sit, chapter 201)
  • ὁ δὲ Δεινίας ἐπλούτει ἄρα εἰς ὑπερβολήν, καὶ ὥσπερ εἰκὸς νεόπλουτον ὄντα, πολλοὺς καὶ ἄλλους εἶχε περὶ ἑαυτόν, ἱκανοὺς μὲν συμπιεῖν καὶ πρὸς ἡδονὴν συνεῖναι, φιλίας δὲ πλεῖστον ὅσον ἀποδέοντας. (Lucian, Toxaris vel amicitia, (no name) 12:5)
  • Φιλιππίδης δ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων ἀλλ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δ ἀπ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε δυεῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 1440)

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION