ἀπόλαυσις?
Third declension Noun; Feminine
자동번역
Transliteration: apolausis
Principal Part:
ἀπόλαυσις
Structure:
ἀπολαυσι
(Stem)
+
ς
(Ending)
Sense
- enjoyment, fruition
- advantage got from, as a reward for
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν Θεὸν ἐσχηκότες, παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες, ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσι κατεστεμμένοι μετ᾿ εὐφροσύνης καὶ βοῆς, ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ Θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ἰσραήλ. (Septuagint, Liber Maccabees III 7:16)
- σωφροσύνη δ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. (Aristotle, Virtues and Vices 9:2)
- ἀκράτεια δ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. (Aristotle, Virtues and Vices 12:4)
- σωφροσύνης δ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. (Aristotle, Virtues and Vices 20:2)
- ἀλλὰ τῶν τοιούτων καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος. (Plutarch, Ad principem ineruditum, chapter, section 3 6:1)
- ἀπόλαυσις μέν γε οὐδὲ ὄναρ τῶν ἡδέων, ἀλλὰ δόξα μόνη καὶ πορφυρὶς χρυσῷ ποικίλη καὶ ταινία λευκὴ περὶ τῷ μετώπῳ καὶ δορυφόροι προϊόντες, τὰ δ᾿ ἄλλα κάματος ἀφόρητος καὶ ἀηδία πολλή, καὶ ἢ χρηματίζειν δεῖ τοῖς παρα τῶν πολεμίων ἥκουσιν ἢ δικάζειν ἢ καταπέμπειν τοῖς ὑπηκόοις ἐπιτάγματα, καὶ ἤτοι ἀφέστηκέ τι ἔθνος ἢ ἐπελαύνουσί τινες τῶν ἔξω τῆς ἀρχῆς. (Lucian, 67:2)
- ἢν δὲ καὶ ὅτι μάλιστα ἐπὶ πλεῖστον παραμείνῃ, τίς ἔτι ἀπόλαυσις ἀναισθήτῳ αὐτῷ γενομένῳ· (Lucian, 69:1)
- ἡ γὰρ ἀπόλαυσις δήπου μετ ἐπιθυμίας πρῶτον, ἔπειτα μεθ ἡδονῆς. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 21)
- "Σύρους μὲν γὰρ Μῆδοι μετὰ τῶν μεγίστων κινδύνων ἀφείλαντο τὴν βασιλείαν οὐκ ἄλλου τινὸς ἕνεκα ἢ τοῦ κυριεῦσαι τῆς Σύρων ἐξουσίας, Μήδους δὲ Πέρσαι διὰ τὴν αὐτὴν αἰτίαν αὕτη δ ἐστὶν ἡ τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 657)