- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 14 3:

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 14 3:)

ἐπειδὰν δὲ συνουσιάζωσι καθ ἑταιρίας ἢ κατὰ συγγενείας, ποιοῦσιν οὕτως :? πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλλωσι καθεύδειν, εἰσάγουσι παρ αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας: ὅταν δὲ τούτων ἀπολαύσωσιν, αὖθις νεανίσκους ἀκμάζοντας, οἳ πλησιάζουσιν αὐτοὶ ἐκείνοις. ἀφροδισιάζουσιν δὲ καὶ ποιοῦνται τὰς συνουσίας ὁτὲ μὲν ὁρῶντες ἀλλήλους, ὡς δὲ τὰ πολλὰ καλύβας περιβάλλοντες περὶ τὰς κλίνας, αἳ πεπλεγμέναι εἰσιν ἐκ ῥάβδων, ἐπιβέβληται δ ἄνωθεν ἱμάτια, καὶ πλησιάζουσι μὲν σφόδρα καὶ ταῖς γυναιξί, πολὺ μέντοι γε μᾶλλον χαίρουσι συνόντες τοῖς παισὶ καὶ τοῖς μειρακίοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION