- 텍스트

Aristophanes, Clouds, Lyric-Scene, iambics

(아리스토파네스, Clouds, Lyric-Scene, iambics)

εἶτ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι·? οὐδέποτέ γ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, ὅτε τῶν ἐμαυτοῦ γ ἕνεκα νυνὶ χρημάτων ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ. ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην - τίς οὑτοσί· ἐς τὴν ἕνην τε καὶ νέαν. μαρτύρομαι, ὅτι ἐς δύ εἶπεν ἡμέρας. τοῦ χρήματος· τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος τὸν ψαρὸν ἵππον. ἵππον· οὐκ ἀκούετε· ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ ἱππικήν. καὶ νὴ Δί ἀποδώσειν γ ἐπώμνυς τοὺς θεούς. μὰ τὸν Δί οὐ γάρ πω τότ ἐξηπίστατο Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. νῦν δὲ διὰ τοῦτ ἔξαρνος εἶναι διανοεῖ· τί γὰρ ἄλλ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος· καὶ ταῦτ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς ἵν ἂν κελεύσω γώ σε· τοὺς ποίους θεούς· τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ. νὴ Δία κἂν προσκαταθείην γ ὥστ ὀμόσαι τριώβολον. ἀπόλοιο τοίνυν ἕνεκ ἀναιδείας ἔτι. ἁλσὶν διασμηχθεὶς ὄναιτ ἂν οὑτοσί. οἴμ ὡς καταγελᾷς. ἓξ χοᾶς χωρήσεται. οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς ἐμοῦ καταπροίξει. θαυμασίως ἥσθην θεοῖς, καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν. ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην. ἀλλ εἴτ ἀποδώσεις μοι τὰ χρήματ εἴτε μή, ἀπόπεμψον ἀποκρινάμενος. ἔχε νυν ἥσυχος. ἐγὼ γὰρ αὐτίκ ἀποκρινοῦμαί σοι σαφῶς. τί σοι δοκεῖ δράσειν· ἀποδώσειν μοι δοκεῖ. ποῦ σθ οὗτος ἁπαιτῶν με τἀργύριον· λέγε τουτὶ τί ἔστι· τοῦθ ὅ τι ἐστί· κάρδοπος. ἔπειτ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν· οὐκ ἂν ἀποδοίην οὐδ ἂν ὀβολὸν οὐδενί, ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην. οὐκ ἄρ ἀποδώσεις· οὐχ ὅσον γέ μ εἰδέναι. οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς ἀπὸ τῆς θύρας· ἄπειμι, καὶ τοῦτ ἴσθ ὅτι θήσω πρυτανεῖ ἢ μηκέτι ζῴην ἐγώ. καὶ προσαπολεῖς ἄρ αὐτὰ πρὸς ταῖς δώδεκα. καίτοι σε τοῦτό γ οὐχὶ βούλομαι παθεῖν, ὁτιὴ κάλεσας εὐηθικῶς τὴν κάρδοπον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION