호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα καί σε μήτε κατ οἶκον εὑρὼν μήτ ἐπ ἀγορᾶς δεῦρο πρὸς τούτους ἐτεκμαιρόμην ἣκειν, καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων.? "ὡς γὰρ ἐκέλευσας τάχει παντὶ χρησάμενον ἐπὶ τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν ἵππον: "αἰτοῦντι δὲ μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν ἐν τῷ ταμιείῳ πολὺν χρόνον: "ὡς δὲ ζητοῦσα καὶ σκευωρουμένη τὰ ἔνδον, ἱκανῶς ἀπολαύσασά μου , τέλος ὡμολόγησε κεχρηκέναι τῷ γείτονι τὸν χαλινὸν ἑσπέρας, αἰτησαμένης αὐτοῦ τῆς γυναικός: "ἀγανακτοῦντος ἐμοῦ καὶ κακῶς αὐτὴν λέγοντος, τρέπεται πρὸς δυσφημίας ἀποτροπαίους, ἐπαρωμένη κακὰς ὁδοὺς κακὰς δ ἐπανόδους: "ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι πληγῶν προαχθεὶς ὑπ ὀργῆς, εἶτ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος, αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ παρόντι καὶ κακῶς ἔχοντος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기