- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 28 2:

(아테나이오스, The Deipnosophists, book 1, chapter 28 2:)

οἶδε δ Ὅμηρος καὶ ποικίλας ἐδωδάς:? "ὄψα οἱᾶ ἔδουσι διοτρεφέες βασιλῆες. οἶδε δὲ καὶ πᾶσαν τὴν νῦν πολυτέλειαν. οἴκων μὲν οὖν λαμπρότατος ὁ Μενελάου. τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι οἱάνπερ Πολύβιος Ἴβηρός τινος βασιλέως οἰκίαν ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς. Ὅμηρος δὲ τοπογραφῶν καὶ τὴν Καλυψοῦς οἰκίαν ἐκπλήττει τὸν Ἑρμῆν. ἀπολαυστικὸς δέ ἐστι παρ αὐτῷ καὶ ὁ τῶν Φαιάκων βίος:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION