호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τριακοστῷ δὲ ὕστερον ἔτει μετὰ τὴν κτίσιν τοῦ Λαουϊνίου πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείᾳ θέσφατον Ἀσκάνιοσ ὁ Αἰνείου καὶ μετάγει τούσ τ’ ἐκ Λαουϊνίου καὶ τῶν ἄλλων Λατίνων ὅσοισ ἦν βουλομένοισ ἄμεινον οἰκεῖν εἰσ τὴν νεόκτιστον, ὄνομα τῇ πόλει θέμενοσ Ἄλβαν. ἔστι δ’ ἡ Ἄλβα καθ’ Ἑλλάδα γλῶσσαν Λευκή, σαφηνισμοῦ δ’ ἕνεκα διορίζεται παρ’ ἑτέραν πόλιν ὁμώνυμον ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ, καί ἐστιν ὥσπερ σύνθετον ἤδη τοὔνομα ἐξ ἀμφοῖν Ἄλβα λόγγα, τοῦτο δ’ ἔστι Λευκὴ μακρά.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기