호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκεῖ δὲ χρόνον οὐ πολὺν διατρίψαντεσ, ὡσ οὐκ εὐμαρὴσ ἦν ὁ βίοσ αὐτοῖσ γῇ τε λυπρᾷ καὶ θαλάττῃ ἀγρίᾳ μαχομένοισ, ὀλίγουσ τινὰσ ἐν τῇ νήσῳ λειπόμενοι ἀπανίστανται πάλιν οἱ πλείουσ εἰσ τὴν Ἀσίαν ἔχοντεσ ἡγεμόνα τῆσ ἀποικίασ Δάρδανον· Ιἄσοσ γὰρ ἐν τῇ νήσῳ κεραυνῷ πληγεὶσ τελευτᾷ Δήμητροσ εὐνῆσ ὀριγνώμενοσ · ποιησάμενοί τε τὴν ἀπόβασιν ἐν τῷ καλουμένῳ νῦν Ἑλλησπόντῳ περὶ τὴν ὕστερον κληθεῖσαν οἰκίζονται Φρυγίαν, Ἰδαῖοσ μὲν ὁ Δαρδάνου μέροσ τῆσ στρατιᾶσ ἔχων ἐν τοῖσ ὄρεσιν, ἃ νῦν Ἰδαῖα ἀπ’ ἐκείνου λέγεται, ἔνθα μητρὶ θεῶν ἱερὸν ἱδρυσάμενοσ ὄργια καὶ τελετὰσ κατεστήσατο, αἳ καὶ εἰσ τόδε χρόνου διαμένουσιν ἐν ἁπάσῃ Φρυγίᾳ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기