호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκεῖθεν δὲ πελάγιον ποιησάμενοι τὸν πλοῦν εἰσ Λευκάδα κατάγονται, κατεχόντων ἔτι τὸ χωρίον Ἀκαρνάνων. κἀν ταύτῃ πάλιν ἱερὸν Ἀφροδίτησ ἱδρύονται τοῦτο, ὃ νῦν ἐστιν ἐν τῇ νησῖδι τῇ μεταξὺ τοῦ Διορύκτου τε καὶ τῆσ πόλεωσ, καλεῖται δὲ Ἀφροδίτησ Αἰνειάδοσ. ἄραντεσ δὲ αὐτόθεν ἐπί τε Ἄκτιον ἐλθόντεσ ὁρμίζονται τοῦ Ἀμβρακικοῦ κόλπου πρὸσ τὸ ἀκρωτήριον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기