호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάλλαντα μὲν ἐκ τῆσ Εὐάνδρου θυγατρόσ, ᾗ Λαῦναν ὄνομά φασιν εἶναι, Λατῖνον δὲ ἔκ τινοσ ὑπερβορίδοσ κόρησ, ἣν πατρὸσ εἰσ ὁμηρείαν δόντοσ ἐπήγετο καὶ αὐτὴν μέχρι μέν τινοσ ἁγνὴν γάμων ἐφύλαττεν, ἐπεὶ δὲ εἰσ Ἰταλίαν ἔπλει ἐρασθεὶσ ἐγκύμονα ποιεῖ, καὶ ὅτε δὴ ἀπαίρειν εἰσ Ἄργοσ ἔμελλε τῷ βασιλεῖ τῶν Ἀβοριγίνων Φαύνῳ γυναῖκα ποιήσασθαι δίδωσι· δι’ ἣν αἰτίαν τοὺσ πολλοὺσ τὸν Λατῖνον τούτου υἱὸν νομίζειν, οὐχ Ἡρακλέουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기