호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάντων δ’ ἀποδεξαμένων τοὺσ λόγουσ ταχέωσ ἅπαντα κατεσκευάσθη τὰ πρὸσ τὴν χρείαν, ὡσ ἂν πολυχρύσου τῆσ βασιλικῆσ οὔσησ γάζησ. εὐθὺσ οὖν κατασκευασθείσησ μεγαλοπρεποῦσ σκηνῆσ ὅ τε θρόνοσ ἔχων τὸ διάδημα καὶ τὸ σκῆπτρον ἐτέθη καὶ τὰ ὅπλα οἷσ εἰώθει χρῆσθαι καὶ κειμένησ ἐσχάρασ ἐχούσησ πῦρ ἐπέθυον ἐκ κιβωτίου χρυσοῦ πάντεσ οἱ ἡγεμόνεσ τόν τε λιβανωτὸν καὶ τῶν ἄλλων θυμιαμάτων εὐωδῶν τὰ πολυτελέστατα καὶ προσεκύνουν ὡσ θεὸν τὸν Ἀλέξανδρον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기