호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ διανοηθεὶσ Ιἑρώνυμον μὲν τὸν τὰσ ἱστορίασ γράψαντα μετεπέμψατο, φίλον ὄντα καὶ πολίτην Εὐμενοῦσ τοῦ Καρδιανοῦ τοῦ συμπεφευγότοσ εἰσ τὸ χωρίον τὸ καλούμενον Νῶρα. τοῦτον δὲ μεγάλαισ δωρεαῖσ προκαλεσάμενοσ ἐξαπέστειλε πρεσβευτὴν πρὸσ τὸν Εὐμενῆ, παρακαλῶν τῆσ μὲν περὶ Καππαδοκίαν μάχησ γενομένησ πρὸσ αὐτὸν ἐπιλαθέσθαι, γενέσθαι δὲ φίλον καὶ σύμμαχον αὐτῷ καὶ λαβεῖν δωρεὰσ πολλαπλασίουσ ὧν πρότερον ἦν ἐσχηκὼσ καὶ σατραπείαν μείζονα καὶ καθόλου πρωτεύοντα τῶν παρ’ ἑαυτοῦ φίλων κοινωνὸν ἔσεσθαι τῆσ ὅλησ ἐπιβολῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기