호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον δὲ τὸν τρόπον εἰσ δύο μέρη διαιρουμένησ τῆσ Ἀσίασ τὸ μὲν πρὸσ τὰσ ἄρκτουσ αὐτῆσ νένευκεν, τὸ δὲ πρὸσ τὴν μεσημβρίαν. ἀκολούθωσ δὲ τούτοισ τοῖσ κλίμασι τῶν ποταμῶν τὰσ ῥύσεισ ἐχόντων ἀντιπροσώπουσ οἱ μὲν εἰσ τὴν Κασπίαν θάλατταν, οἱ δὲ εἰσ τὸν Εὔξεινον Πόντον, ἔνιοι δὲ εἰσ τὸν ὑπὸ τὰσ ἄρκτουσ Ὠκεανὸν ἐξερεύγονται. οἱ δ’ ἀντικείμενοι τούτοισ οἱ μὲν εἰσ τὸν κατὰ τὴν Ἰνδικήν, οἱ δ’ ἐπὶ τὸν συνεχῆ τῆσ ἠπείρου ταύτησ κείμενον Ὠκεανὸν ἐκβάλλουσιν, ἔνιοι δ’ εἰσ τὴν καλουμένην Ἐρυθρὰν θάλατταν καταφέρονται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기