호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κωπῶν δὲ ἐν ἀριστερᾷ σταδίουσ προελθόντι ὡσ δώδεκα εἰσὶν Ὄλμωνεσ, Ὀλμωνέων δὲ ἑπτά που στάδια Υἥττοσ ἀφέστηκε κῶμαι νῦν τε οὖσαι καὶ εὐθὺσ ἐξ ἀρχῆσ· μοίρασ δὲ ἐμοὶ δοκεῖν τῆσ Ὀρχομενίασ εἰσὶ καὶ αὗται καὶ πεδίον τὸ Ἀθαμάντιον. καὶ ὅσα μὲν ἐσ Υἥττον ἄνδρα Ἀργεῖον καὶ Ὄλμον τὸν Σισύφου λεγόμενα ἤκουον, προσέσται καὶ αὐτὰ τῇ Ὀρχομενίᾳ συγγραφῇ· θέασ δὲ ἄξιον ἐν μὲν Ὄλμωσιν οὐδ’ ἐπὶ βραχύτατον παρεῖχον οὐδέν, ἐν Υἥττῳ δὲ ναόσ ἐστιν Ἡρακλέουσ καὶ ἰάματα εὑρ́ασθαι παρὰ τούτου τοῖσ κάμνουσιν ἔστιν, ὄντοσ οὐχὶ ἀγάλματοσ σὺν τέχνῃ, λίθου δὲ ἀργοῦ κατὰ τὸ ἀρχαῖον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기