호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν δὴ πρὸσ τῶν ὀρῶν Φωκεῖσ ὑπεροικοῦσιν Ὀρχομενίων, ἐν δὲ τῷ πεδίῳ Λεβάδειά ἐστιν αὐτοῖσ ὅμοροσ. αὕτη τὸ μὲν ἐξ ἀρχῆσ ᾠκεῖτο ἐπὶ μετεώρου καὶ ὠνομάζετο Μίδεια ἀπὸ τῆσ Ἀσπληδόνοσ μητρόσ· Λεβάδου δὲ ἐξ Ἀθηνῶν ἐσ αὐτὴν ἀφικομένου κατέβησάν τε ἐσ τὸ χθαμαλὸν οἱ ἄνθρωποι καὶ ἐκλήθη Λεβάδεια ἡ πόλισ ἀπ’ αὐτοῦ. πατέρα δὲ τοῦ Λεβάδου, καὶ καθ’ ἥντινα αἰτίαν ἦλθεν, οὐκ ἴσασιν ἄλλο ἢ γυναῖκα εἶναι Λεβάδου Λαονίκην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기