호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φλεγύᾳ δὲ οὐ γενομένων παίδων ἐκδέχεται Χρύσης τὴν ἀρχήν, Χρυσογενείας τε ὢν τῆς Ἄλμου καὶ Ποσειδῶνος. τούτῳ δὲ υἱὸς γίνεται <τῷ> Χρύσῃ Μινύας, καὶ ἀπ αὐτοῦ Μινύαι καὶ νῦν ἔτι ὧν ἦρχεν ὀνομάζονται. πρόσοδοι δὲ ἐγίνοντο τῷ Μινύᾳ τηλικαῦται μέγεθος ὡς ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ πλούτῳ: θησαυρόν τε ἀνθρώπων ὧν ἴσμεν Μινύας πρῶτος ἐς ὑποδοχὴν χρημάτων ᾠκοδομήσατο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기