호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν Τανάγρᾳ δὲ παρὰ τὸ ἱερὸν τοῦ Διονύσου Θέμιδόσ ἐστιν, ὁ δὲ Ἀφροδίτησ, καὶ ὁ τρίτοσ τῶν ναῶν Ἀπόλλωνοσ, ὁμοῦ δὲ αὐτῷ καὶ Ἄρτεμίσ τε καὶ Λητώ. ἐσ δὲ τοῦ Ἑρμοῦ τὰ ἱερὰ τοῦ τε Κριοφόρου καὶ ὃν Πρόμαχον καλοῦσι, τοῦ μὲν ἐσ τὴν ἐπίκλησιν λέγουσιν ὡσ ὁ Ἑρμῆσ σφισιν ἀποτρέψαι νόσον λοιμώδη περὶ τὸ τεῖχοσ κριὸν περιενεγκών, καὶ ἐπὶ τούτῳ Κάλαμισ ἐποίησεν ἄγαλμα Ἑρμοῦ φέροντα κριὸν ἐπὶ τῶν ὤμων· ὃσ δ’ ἂν εἶναι τῶν ἐφήβων προκριθῇ τὸ εἶδοσ κάλλιστοσ, οὗτοσ ἐν τοῦ Ἑρμοῦ τῇ ἑορτῇ περίεισιν ἐν κύκλῳ τὸ τεῖχοσ ἔχων ἄρνα ἐπὶ τῶν ὤμων·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기