호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τεττάρων δὲ καὶ τετταράκοντα καὶ διακοσίων ἀναπληρουμένων ἐτῶν, ἃ κατέσχον οἱ βασιλεῖσ, ὀλυμπιάδων δὲ μιᾶσ καὶ ἑξήκοντα πᾶσα ἀνάγκη τὸν πρῶτον ἄρξαντα τῆσ πόλεωσ Ῥωμύλον ἔτει πρώτῳ τῆσ ἑβδόμησ ὀλυμπιάδοσ παρειληφέναι τὴν βασιλείαν ἄρχοντοσ Ἀθήνησι τῆσ δεκαετίασ Χάροπασ ἔτοσ πρῶτον. τοῦτο γὰρ ὁ λογισμὸσ τῶν ἐτῶν ἀπαιτεῖ. ὅτι δὲ τοσαῦτα ἕκαστοσ τῶν βασιλέων ἦρξεν ἔτη δι’ ἐκείνου δηλοῦταί μοι τοῦ λόγου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기