- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 69 6:

(디오니시오스, Antiquitates Romanae, book 1, chapter 69 6:)

τὰ μὲν οὖν εἰς Ἰταλίαν ὑπ Αἰνείου κομισθέντα ἱερὰ τοῖς εἰρημένοις ἀνδράσι πειθόμενος γράφω τῶν τε μεγάλων θεῶν εἰκόνας εἶναι, οὓς Σαμοθρᾷκες Ἑλλήνων μάλιστα ὀργιάζουσι, καὶ τὸ μυθευόμενον Παλλάδιον, ὅ φασι τὰς ἱερὰς φυλάττειν παρθένους ἐν ναῷ κείμενον Ἑστίας, ἔνθα καὶ τὸ ἀθάνατον διασώζεται πῦρ:? ὑπὲρ ὧν ἐν ὑστέρῳ λεχθήσεται λόγῳ. εἰή δ ἂν καὶ παρὰ ταῦτα τοῖς βεβήλοις ἡμῖν ἄδηλα ἕτερα. καὶ περὶ μὲν τῶν Τρωικῶν ἱερῶν τοσαῦτα εἰρήσθω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION