호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγουσι γοῦν ὧδε· Χρύσην τὴν Πάλλαντοσ θυγατέρα γημαμένην Δαρδάνῳ φερνὰσ ἐπενέγκασθαι δωρεὰσ Ἀθηνᾶσ τά τε Παλλάδια καὶ τὰ ἱερὰ τῶν μεγάλων θεῶν διδαχθεῖσαν αὐτῶν τὰσ τελετάσ. ἐπειδὴ δὲ τὴν ἐπομβρίαν φεύγοντεσ Ἀρκάδεσ Πελοπόννησον μὲν ἐξέλιπον, ἐν δὲ τῇ Θρᾳκίᾳ νήσῳ τοὺσ βίουσ ἱδρύσαντο, κατασκευάσαι τὸν Δάρδανον ἐνταῦθα τῶν θεῶν τούτων ἱερὸν ἀρρήτουσ τοῖσ ἄλλοισ ποιοῦντα τὰσ ἰδίουσ αὐτῶν ὀνομασίασ καὶ τὰσ τελετὰσ αὐτοῖσ τὰσ καὶ εἰσ τόδε χρόνου γινομένασ ὑπὸ Σαμοθρᾴκων ἐπιτελεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기