- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 66

(디오니시오스, Antiquitates Romanae, book 1, chapter 66)

τριακοστῷ δὲ ὕστερον ἔτει μετὰ τὴν κτίσιν τοῦ Λαουϊνίου πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείᾳ θέσφατον Ἀσκάνιος ὁ Αἰνείου καὶ μετάγει τούς τ ἐκ Λαουϊνίου καὶ τῶν ἄλλων Λατίνων ὅσοις ἦν βουλομένοις ἄμεινον οἰκεῖν εἰς τὴν νεόκτιστον, ὄνομα τῇ πόλει θέμενος Ἄλβαν.? ἔστι δ ἡ Ἄλβα καθ Ἑλλάδα γλῶσσαν Λευκή, σαφηνισμοῦ δ ἕνεκα διορίζεται παρ ἑτέραν πόλιν ὁμώνυμον ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ, καί ἐστιν ὥσπερ σύνθετον ἤδη τοὔνομα ἐξ ἀμφοῖν Ἄλβα λόγγα, τοῦτο δ ἔστι Λευκὴ μακρά. νῦν μὲν οὖν ἔρημός ἐστιν:

ἐπὶ γὰρ Ὁστιλίου Τύλλου Ῥωμαίων βασιλέως στασιάζειν δόξασα πρὸς τὴν ἀποικίαν περὶ τῆς ἀρχῆς ἀνῃρέθη: τὸ δ ἐν αὐτῇ πολιτευόμενον πλῆθος ἡ καθελοῦσα τὴν μητρόπολιν ὑπεδέξατο Ῥώμη.

ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἱκνουμένοις χρόνοις ἐγένετο, ἡνίκα δὲ ᾠκίζετο πρὸς ὄρει καὶ λίμνῃ κατεσκευάσθη τὸ μέσον ἐπέχουσα ἀμφοῖν, καὶ ἦν ὥσπερ τείχη τῆς πόλεως ταῦτα δυσάλωτον αὐτὴν ποιοῦντα. τό τε γὰρ ὁρ´ος ἐν τοῖς πάνυ ὀχυρόν τε καὶ ὑψηλόν ἐστιν ἥ τε λίμνη βαθεῖα καὶ μεγάλη, καὶ αὐτὴν διὰ κλισιάδων ἀνοιγομένων ὑποδέχεται τὸ πεδίον ταμιευομένων ὁπόσον βούλονται τῶν ἀνθρώπων τὸ ὕδωρ. ὑπόκειται δὲ τῇ πόλει πεδία θαυμαστὰ μὲν ἰδεῖν, πλούσια δὲ καὶ οἴνους καὶ καρποὺς ἐξενεγκεῖν παντοδαποὺς καὶ οὐδὲν ἐνδεεστέρους τῆς ἄλλης Ἰταλίας, μάλιστα δὲ τὸν καλούμενον Ἀλβανὸν οἶνον ἡδὺν καὶ καλόν, ἔξω τοῦ Φαλερίνου λεγομένου τῶν γοῦν ἄλλων ἁπάντων διαφορώτατον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION