- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 65

(디오니시오스, Antiquitates Romanae, book 1, chapter 65)

Αἰνείου δ ἐξ ἀνθρώπων μεταστάντος ἑβδόμῳ μάλιστα ἔτει μετὰ τὴν Ἰλίου ἅλωσιν Εὐρυλέων παρέλαβε τὴν Λατίνων ἡγεμονίαν ὁ μετονομασθεὶς Ἀσκάνιος ἐν τῇ φυγῇ.? ἦσαν δὲ τειχήρεις οἱ Τρῶες ἐν τῷ χρόνῳ τούτῳ, καὶ τοῖς μὲν πολεμίοις ἀεὶ προσῄει δύναμις, αἱ δὲ τῶν Λατίνων ἀδύνατοι ἦσαν τοῖς ἐν τῷ Λαουϊνίῳ πολιορκουμένοις ἐπικουρεῖν. τὸ μὲν δὴ πρῶτον εἰς φιλίαν τε καὶ συνθήκας μετρίας προὐκαλοῦντο τοὺς πολεμίους οἱ περὶ τὸν Ἀσκάνιον:

ὡς δ οὐδὲν προσεῖχον αὐτοῖς, ἐπιτρέπειν ἐκείνοις ἠναγκάζοντο καταλύσασθαι τὸν πόλεμον ἐφ οἷς ἂν αὐτοὶ δικαιῶσι. ἀνὰ πᾶν ἔτος, οὐκ ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα τῆς μὲν ἀμπέλου τὸν καρπὸν ἱερὸν ἐψηφίσαντο τοῦ Διὸς εἶναι γνώμην ἀγορεύσαντος Ἀσκανίου, αὐτοὶ δὲ ἀλλήλοις παρακελευσάμενοι προθύμοις ἀγωνισταῖς γενέσθαι καὶ θεοὺς αἰτησάμενοι συλλαβέσθαι τοῦ κινδυνεύματος ἐξῆλθον ἐκ τῆς πόλεως φυλάξαντες νύκτ ἀσέληνον.

εὐθὺς δὲ προσβαλόντες τῷ χάρακι τῶν πολεμίων, ὃς ἐγγυτάτω τῆς πόλεως ἔκειτο καὶ ἦν προτείχισμα τῆς ἄλλης δυνάμεως ἐν ἐρυμνῷ τε κατεσκευασμένος χωρίῳ καὶ τὴν κρατίστην νεότητα Τυρρηνῶν ἔχων, ἧς ἡγεῖτο Μεσεντίου παῖς Λαῦσος ὄνομα, οὐδενὸς προιδομένου τὴν ἔφοδον αἱροῦσιν εὐπετῶς τὸ ὀχύρωμα.

ὄρη.

ἐν δὲ τούτῳ πολλὴ ἐγένετο ταραχὴ καὶ θόρυβος, οἱᾶ ἐν νυκτὶ κινουμένης στρατιᾶς, ὡς αὐτίκα μάλα τῶν πολεμίων σφίσιν ἐπιθησομένων οὐ σὺν κόσμῳ οὐδὲ κατὰ τέλη τὴν ἔλασιν ποιουμένοις: οἱ δὲ Λατῖνοι, ἐπειδὴ τό τε φρούριον ἐξ ἐφόδου κατειλήφεσαν καὶ τὸ ἄλλο στράτευμα ἔμαθον τεταραγμένον, ἐπέκειντο αὐτοῖς κτείνοντες καὶ διώκοντες.

τῶν δ οὐχ ὅπως τις πρὸς ἀλκὴν τραπέσθαι ἐπεχείρησεν, ἀλλ οὐδὲ μαθεῖν ἐν οἷς ἦσαν κακοῖς ἠδύνατο: ὑπὸ δὲ θορύβου καὶ ἀμηχανίας οἱ μὲν κατὰ κρημνῶν φερόμενοι διεφθείροντο, οἱ δ εἰς φάραγγας ἀνεξόδους ἐμπίπτοντες ἡλίσκοντο, οἱ δὲ πλεῖστοι ἀγνοήσαντες ἀλλήλους ἀνὰ τὸ σκότος ὅσα πολεμίους διέθεσαν, καὶ ὁ πλεῖστος αὐτῶν φθόρος ἀλληλοκτόνος ἐγίνετο. δυνάμεως καὶ τὸν ἀπὸ τοῦδε χρόνον ἅπαντα διαλυσάμενος τὴν ἔχθραν πρὸς τοὺς Λατίνους βέβαιος φίλος ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION