호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀπαιτεῖ δὲ ὁ λόγος καὶ τὸν Αἰνείαν ἐξ ὧν ἔφυ διηγήσασθαι:? βραχείᾳ δὴ καὶ τοῦτο δηλώσει σημανῶ. Δάρδανος ἐπειδὴ Χρύσην τὴν Πάλλαντος θυγατέρα, ἐξ ἧς οἱ πρότεροι παῖδες ἐγένοντο αὐτῷ, τελευτῆσαι συνέπεσε, Βάτειαν γαμεῖ τὴν Τεύκρου θυγατέρα: καὶ γίνεται παῖς αὐτῷ Ἐριχθόνιος, ὃς ἁπάντων ἀνθρώπων εὐδαιμονέστατος λέγεται γενέσθαι τῆς τε πατρῴας καὶ τῆς ὑπὸ τῷ μητροπάτορι γενομένης κληρονομήσας ἀρχῆς. Ἐριχθονίου δὲ καὶ Καλλιρρόης τῆς Σκαμάνδρου γίνεται Τρώς, ἀφ οὗ τὴν ἐπωνυμίαν τὸ ἔθνος ἔχει: Τρωὸς δὲ καὶ Ἀκαλλαρίδος τῆς Εὐμήδους Ἀσσάρακος ἦν:
τούτου δὲ καὶ Κλυτοδώρας τῆς Λαομέδοντος Κάπυς: Κάπυος δὲ καὶ νύμφης Ναϊάδος Ιἑρομνήμης Ἀγχίσης: Ἀγχίσου δὲ καὶ Ἀφροδίτης Αἰνείας. ὡς μὲν δὴ καὶ τὸ Τρωικὸν γένος Ἑλληνικὸν ἀρχῆθεν ἦν δεδήλωταί μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기