호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰνείου δὲ ἐπαινέσαντοσ τὰ λεγόμενα γίνονται συνθῆκαι τοῖσ ἔθνεσιν ἐφ’ ὁρκίων τοιαίδε· Ἀβοριγῖνασ μὲν Τρωσὶ δοῦναι χώραν ὅσην ἠξίουν ἀμφὶ τοὺσ τετταράκοντα σταδίουσ πανταχοῦ πορευομένοισ ἀπὸ τοῦ λόφου· Τρῶασ δὲ Ἀβοριγῖσι τοῦ τ’ ἐν χερσὶ πολέμου συλλαβέσθαι καὶ ὅπου ἂν ἄλλῃ παρακαλῶνται συστρατεύειν· κοινῇ δὲ ἀμφοτέρουσ τὰ κράτιστα ὑπὲρ ἀλλήλων πράττειν καὶ χειρὶ καὶ γνώμῃ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기