호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ ταῦτα ὁ Λατῖνοσ ἤκουσεν ἀπεκρίνατο πρὸσ αὐτόν· ἀλλ’ ἔγωγε εὔνοιάν τε πρὸσ ἅπαν τὸ Ἑλληνικὸν γένοσ ἔχω καὶ συμφοραῖσ ἀνθρώπων ἀναγκαίαισ πάνυ ἄχθομαι, σώζεσθαί τε ὑμᾶσ περὶ πολλοῦ ἂν ποιησαίμην, εἴ μοι δῆλοι γένοισθε οἰκήσεωσ δεόμενοι ἥκειν ἐν ἀποχρώσῃ τε γῆσ μοίρᾳ καὶ πρὸσ φιλίαν τῶν δοθησομένων μεθέξοντεσ, ἀλλ’ οὐ τὴν ἐμὴν δυναστείαν ἀφαιρησόμενοι πρὸσ βίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기