호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰνείασ δὲ τῆσ μὲν ὑὸσ τὸν τόκον ἅμα τῇ γειναμένῃ τοῖσ πατρῴοισ ἁγίζει θεοῖσ ἐν τῷ χωρίῳ τῷδ’, οὗ νῦν ἐστιν ἡ καλιάσ, καὶ αὐτὴν οἱ Λαουινιάται τοῖσ ἄλλοισ ἄβατον φυλάττοντεσ ἱερὰν νομίζουσι· τοῖσ δὲ Τρωσὶ μεταστρατοπεδεῦσαι κελεύσασ ἐπὶ τὸν λόφον ἱδρύεται τὰ ἕδη τῶν θεῶν ἐν τῷ κρατίστῳ καὶ αὐτίκα περὶ τὴν κατασκευὴν τοῦ πολίσματοσ ἁπάσῃ προθυμίᾳ ὡρ́μητο ἐλάμβανέ τε καταθέων ἐκ τῶν πέριξ χωρίων ὁπόσα εἰσ τὸν πολισμὸν αὐτῷ ἦν χρήσιμα καὶ μάλιστα ἔμελλε λυπηρὰ τοῖσ ἀφαιρεθεῖσι φανήσεσθαι, σίδηρον καὶ ξύλα καὶ τὰσ γεωργικὰσ παρασκευάσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기