호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ τινας ταράττει τὸ πολλαχῇ λέγεσθαί τε καὶ δείκνυσθαι τάφους Αἰνείου ἀμηχάνου ὄντος ἐν πλείοσι τὸν αὐτὸν τεθάφθαι χωρίοις, ἐνθυμηθέντες ὅτι κοινόν ἐστιν ἐπὶ πολλῶν τοῦτό γε τὸ ἄπορον καὶ μάλιστα τῶν μὲν ἐπιφανεῖς τὰς τύχας, πλάνητας δὲ τοὺς βίους ἐσχηκότων, μαθέτωσαν ὅτι χωρίον μὲν ἓν τὸ δεξάμενον τὰ σώματα αὐτῶν ἦν, μνημεῖα δὲ παρὰ πολλοῖς κατεσκεύαστο δι εὔνοιαν τῶν ἐν ὠφελείαις τισὶ δι αὐτοὺς γενομένων, μάλιστα εἰ τοῦ γένους αὐτῶν τι περιῆν ἢ πόλεώς τινος ἀπόκτισις ἢ χρόνιοί τινες καὶ φιλάνθρωποι μοναί:? οἱᾶ δὴ καὶ περὶ τόνδε τὸν ἡρ´ωα μυθολογούμενα ἴσμεν.
τὴν εὔνοιαν, δι ἣν τὸν μετ ἀνθρώπων βίον ἐκλιπὼν ἡρώοις ἐκοσμεῖτο καὶ μνημάτων κατασκευαῖς πολλαχῇ.
ἐπεὶ φέρε τίνας ἂν αἰτίας ἔχοι τις ὑποθέσθαι τῶν ἐν Ἰταλίᾳ αὐτοῦ μνημάτων, εἰ μήτε ἦρξε τούτων τῶν χωρίων μήτε καταγωγὰς ἐν αὐτοῖς ἐποιήσατο μήθ ὅλως ἐγνώσθη πρὸς αὐτῶν·
ἀλλ ὑπὲρ μὲν τούτων καὶ αὖθις λεχθήσεται, καθότι ἂν ὁ λόγος ἐφ ἑκάστου καιροῦ δηλωθῆναι ἀπαιτῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기